Τρίτη 15 Απριλίου 2014

Τροπάριο Κασσιανής

Ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας...

 


Κύριε, ἡ ἐν πολλαῖς ἁμαρτίαις περιπεσοῦσα γυνή,
τὴν σὴν αἰσθομένη θεότητα, μυροφόρου ἀναλαβοῦσα τάξιν,
ὀδυρομένη, μύρα σοι, πρὸ τοῦ ἐνταφιασμοῦ κομίζει.
Οἴμοι! λέγουσα, ὅτι νύξ μοι ὑπάρχει, οἶστρος ἀκολασίας
ζοφώδης τε καὶ ἀσέληνος ἔρως τῆς ἁμαρτίας.
Δέξαι μου τὰς πηγὰς τῶν δακρύων,
ὁ νεφέλαις διεξάγων τῆς θαλάσσης τὸ ὕδωρ·
κάμφθητί μοι πρὸς τοὺς στεναγμοὺς τῆς καρδίας
ὁ κλίνας τοὺς οὐρανοὺς τῇ ἀφάτῳ σου κενώσει.
Καταφιλήσω τοὺς ἀχράντους σου πόδας,
ἀποσμήξω τούτους δὲ πάλιν τοῖς τῆς κεφαλῆς μου βοστρύχοις·
ὧν ἐν τῷ παραδείσῳ Εὔα τὸ δειλινόν,
κρότον τοῖς ὠσὶν ἠχηθεῖσα, τῷ φόβῳ ἐκρύβη.
Ἁμαρτιῶν μου τὰ πλήθη καὶ κριμάτων σου ἀβύσσου
τίς ἐξιχνιάσει, ψυχοσῶστα Σωτήρ μου
Μή με τὴν σὴν δούλην παρίδῃς, ὁ ἀμέτρητον ἔχων τὸ ἔλεος.


Δοξαστικό Μεγάλης Τρίτης . Ήχος Πλάγιος του Τετάρτου.
Από τον Χορό του Θεοδώρου Βασιλικού.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου