Παρασκευή, 18 Απριλίου 2014

Αι γενεαί πάσαι

Που έδυ σου το κάλλος;

Επιτάφιος Θρήνος - Εγκώμια Μεγάλης Παρασκευής. Στάση Τρίτη. Ήχος Γ'
Ψάλλει ο χοράρχης Θεόδωρος Βασιλικός, συνοδεία ισοκρατών.
 
Αι γενεαί πάσαι,
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.
Καθελών του ξύλου
ο Αριμαθαίας
εν τάφω σε κηδεύει.
Μυροφόροι ήλθον
μύρα σοι, Χριστέ μου,
κομίζουσαι προφρόνως.
Δεύρο πάσα κτίσις
ύμνους εξοδίους
προσοίσωμεν τω Κτίστη.
Ως νεκρός τον ζώντα
συν μυροφόροις πάντες
μυρίσωμεν εμφρόνως.
Ιωσήφ τρισμάκαρ,
κήδευσον το σώμα
του Χριστού του ζωοδότου.
Ους έθρεψε το μάννα,
εκίνησαν την πτέρναν
κατά του ευεργέτου.
Ους έθρεψε τω μάννα,
φέρουσι τω Σωτήρι
χολήν άμα και όξος.
Ω της παραφροσύνης
και της χριστοκτονίας
της των προφητοκτόνων!
Ως άφρων υπηρέτης
προδέδωκεν ο μύστης
την άβυσσον σοφίας.
Τον ρύστην ο πωλήσας
αιχμάλωτος κατέστη,
ο δόλιος Ιούδας.
Κατά τον Σολομώντα,
βόθρος βαθύς το στόμα
Εβραίων παρανόμων.
Εβραίων παρανόμων
εν σκολιαίς πορείαις
τρίβολοι και παγίδες.
Ιωσήφ κηδεύει
συν τω Νικοδήμω
νεκροπρεπώς τον Κτίστην.
Ζωοδότα Σώτερ,
δόξα σου τω κράτει,
τον Άδην καθελόντι.
Ύπτιον ορώσα
η πάναγνός σε, Λόγε,
μητροπρεπώς εθρήνει.
Ω γλυκύ μου έαρ,
γλυκύτατόν μου τέκνον,
που έδυ σου το κάλλος;
Θρήνον συνεκίνει
η πάναγνός σου μήτηρ,
σου Λόγε νεκρωθέντος.
Γύναια συν μύροις
ήκουσι μυρίσαι
Χριστόν το θείον μύρον.
Θάνατον θανάτω
συ θανατοίς, Θεέ μου,
θεία σου δυναστεία.
Πεπλάνηται ο πλάνος,
ο πλανηθείς λυτρούται
σοφία ση, Θεέ μου.
Προς τον πυθμένα Άδου
κατήχθη ο προδότης,
διαφθοράς εις φρέαρ.
Τρίβολοι και παγίδες
οδοί του τρισαθλίου
παράφρονος Ιούδα.
Συναπολούνται πάντες
οι σταυρωταί σου, Λόγε,
Υιέ Θεού παντάναξ.
Διαφθοράς εις φρέαρ
συναπολούνται πάντες
οι άνδρες των αιμάτων.
Υιέ Θεού παντάναξ,
Θεέ μου, πλαστουργέ μου,
πως πάθος κατεδέξω;
Η δάμαλις τον μόσχον
εν ξύλω κρεμασθέντα
ηλάλαζεν ορώσα.
Σώμα το ζωηφόρον
ο Ιωσήφ κηδεύει
μετά του Νικοδήμου.
Ανέκραζεν η κόρη
θερμώς δακρυρροούσα,
τα σπλάχνα κεντουμένη.
Ω φως των οφθαλμών μου,
γλυκύτατόν μου τέκνον,
πως τάφω νυν καλύπτη;
Τον Αδάμ και Εύαν
ελευθερώσαι Μήτερ,
μη θρήνει, ταύτα πάσχω.
Δοξάζω σου, Υιέ μου,
την άκραν ευσπλαγχνίαν,
ής χάριν ταύτα πάσχεις.
Όξος εποτίσθης
και χολήν, οικτίρμον,
την πάλαι λύων γεύσιν.
Ικρίω προσεπάγης
ο πάλαι τον λαόν σου
στύλω νεφέλης σκέπων.
Αι μυροφόροι, Σώτερ,
τω τάφω προσελθούσαι
προσέφερόν σοι μύρα.
Ανάστηθι, οικτίρμον,
ημάς εκ των βαράθρων
εξανιστών του Άδου.
Ανάστα, ζωοδότα,
η σε τεκούσα μήτηρ
δακρυρροούσα λέγει.
Σπεύσον εξαναστήναι
την λύπην λύων, Λόγε,
της σε αγνώς τεκούσης.
Ουράνιαι δυνάμεις
εξέστησαν τω φόβω
νεκρόν σε καθορώσαι.
Τοις πόθω τε και φόβω
τα πάθη σου τιμώσι
δίδου πταισμάτων λύσιν.
Ω φρικτόν και ξένον
θέαμα, Θεού Λόγε!
πως γη σε συγκαλύπτει;
Φέρων πάλαι φεύγει.
Σώτερ, Ιωσήφ σε,
και νυν σε άλλος θάπτει.
Κλαίει και θρηνεί σε
η πάναγνός σου μήτηρ,
Σωτήρ μου, νεκρωθέντα.
Φρίττουσιν οι νόες
την ξένην και φρικτήν σου
ταφήν του πάντων κτίστου.
Έρραναν τον τάφο
οι μυροφόροι μύρα
λίαν πρωί ελθούσαι.
Ειρήνην Εκκλησία,
λαώ σου σωτηρίαν
δώρησαι ση εγέρσει.
Δόξα Πατρί
Ω Τριάς, Θεέ μου
Πατήρ, Υιός και Πνεύμα,
ελέησον τον κόσμον.
Και νυν
Ιδείν την του Υιού σου
ανάστασιν Παρθένε,
αξίωσον σους δούλους.
Αι γενεαί πάσαι
ύμνον τη ταφή σου
προσφέρουσι, Χριστέ μου.



 

Δίσκος: 
Βαγγέλης Παπαθανασίου - Ειρήνης Παππά - "Ραψωδίες" (1986)





Γλυκερία - Ω γλυκύ μου έαρ

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου