Παρασκευή, 18 Απριλίου 2014

Άξιον εστί

 Έφριξεν η γη...
 

Επιτάφιος Θρήνος - Εγκώμια Μεγάλης Παρασκευής. Στάση Δεύτερη
Ψάλλει ο Πρωτοψάλτης Ευγένιος Χαρδαβέλλας.
 

Άξιον εστί

μεγαλύνειν σε τον ζωοδότην,

τον εν τω σταυρώ τας χείρας εκτείναντα

και συντρίψαντα το κράτος του εχθρού.


Άξιον εστί

μεγαλύνειν σε τον πάντων κτίστην·

τοις σοις γαρ παθήμασιν, έχομεν

την απάθειαν, ρυσθέντες της φθοράς.


Έφριξεν η γη,

και ο ήλιος, Σώτερ, εκρύβη,

σου του ανεσπέρου φέγγους, Χριστέ,

δύναντος εν τάφω σωματικώς.


Ύπνωσας, Χριστέ,

τον φυσίζωον ύπνον εν τάφω

και βαρέος ύπνου εξήγειρας

του της αμαρτίας το των ανθρώπων γένος.


Μόνη γυναικών

χωρίς πόνον έτεκόν σε, τέκνον,

πόνους δε νυν φέρω πάθει τω σω

αφορήτους, έλεγεν η σεμνή.


Άνω σε, Σωτήρ,

αχωρίστως τω Πατρί συνόντα,

κάτω δε νεκρόν ηπλωμένον γη

φρίττουσιν ορώντα τα Σεραφείμ.


Ρήγνυται ναού

καταπέτασμα τη ση σταυρώσει,

κρύπτουσι φωστήρες, Λόγε, το φως

σου κρυβέντος, Ήλιε, υπό γην.


Γης ο κατ' αρχάς

μόνω νεύματι πήξας τον γύρον,

άπνους ως βροτός καθυπέδυ γην·

φρίξον τω θεάματι, ουρανέ.


Έδυς υπό γην

ο τον άνθρωπον χειρί σου πλάσας

ιν' εξαναστήσης του πτώματος

των βροτών τα στίφη πανσθενεστάτω κράτει.


Θρήνον ιερόν

δεύτε άσωμεν Χριστώ θανόντι,

ως αι μυροφόροι γυναίκες πριν

ίνα και το χαίρε ακουσώμεθα συν αυταίς.


Μύρον αληθώς

συ ακένωτον υπάρχεις, Λόγε·

όθεν σοι και μύρα προσέφερον

ως νεκρώ τω ζώντι γυναίκες μυροφόροι.


Άδου μεν ταφείς

τα βασίλεια, Χριστέ, συντρίβεις,

θάνατον θανάτω δε θανατοίς

και φθοράς λυτρούσαι τους γηγενείς.


Ρείθρα της ζωής

η προχέουσα Θεού σοφία

τάφον υπεισδύσα ζωοποιεί

τους εν τοις αδύτοις Άδου μυχοίς.


Ίνα των βροτών

καινουργήσω συντριβείσαν φύσιν,

πέπληγμαι θανάτω θελών σαρκί,

Μήτερ ουν μη κόπτου τοις οδυρμοίς.


Έδυς υπό γην

ο φωσφόρος της δικαιοσύνης

και νεκρούς ώσπερ εξ ύπνου εξήγειρας,

εκδιώξας άπαν το εν τω άδη σκότος.


Κόκκος διφυής

ο φυσίζωος εν γης λαγόσι

σπείρεται, συν δάκρυσι σήμερον,

αλλ' αναβλαστήσας κόσμον χαροποιήσει.


Έπτηξεν Αδάμ

Θεού βαίνοντος εν Παραδείσω,

χαίρει δε προς άδην φοιτήσαντος,

πεπτωκός το πρώην και νυν εγηγερμένος.


Σπένδει σοι χοάς

η τεκούσα σε, Χριστέ, δακρύων,

σαρκικώς κατατεθέντι εν μνήματι,

εκβοώσα· Τέκνον ανάστα, ως προέφης.


Τάφω Ιωσήφ

ευλαβώς σε τω καινώ συγκρύπτων,

ύμνους εξοδίους θεοπρεπείς

τοις συμμίκτοις θρήνοις μέλπει σοι, Σωτήρ.


Ήλοις σε σταυρώ

πεπαρμένον η ση μήτηρ, Λόγε

βλέψασα, τοις ήλοις λύπης πικράς

βέβληται και βέλεσι την ψυχήν.


Σε τον του παντός

γλυκασμόν η μήτηρ καθορώσα

πόμα ποτιζόμενον το πικρόν,

δάκρυσι τας όψεις βρέχει πικρώς.


Τέτρωμαι δεινώς

και σπαράττομαι τα σπλάχνα, Λόγε,

βλέπουσα την άδικον σου σφαγήν·

έλεγεν η πάναγνος εν κλαυθμώ.


Όμμα το γλυκύ

και τα χείλη σου πως μύσω, Λόγε;

πως νεκροπρεπώς δε κηδεύσω Σε;

φρίττων ανεβόα ο Ιωσήφ.


Ύμνους Ιωσήφ

και Νικόδημος επιταφίους

άδουσι Χριστώ νεκρωθέντι νυν·

άδει δε συν τούτους και Σεραφείμ.


Δύνεις υπό γην,

Σώτερ, ήλιε δικαιοσύνης·

όθεν η τεκούσα σελήνη σε ταις

λύπαις εκλείπει, της θέας στερουμένη.


Έφριξεν ορών,

Σώτερ, Άδης σε τον ζωοδότην

πλούτον τον εκείνου σκυλεύοντα

και τους απ' αιώνος νεκρούς εξανιστώντα.


Ήλιος φαιδρόν

απαστράπτει μετά νύκτα, Λόγε,

και συ δ' αναστάς εξαστράψειας

μετά θάνατον φαιδρώς ως εκ παστού.


Γη σε, πλαστουργέ,

υπό κόλπους δεξαμενή,

τρόμω συσχεθείσα, Σώτερ, τινάσσεται,

αφυπνώσασα νεκρούς τω τιναγμώ.


Μύροις σε, Χριστέ,

ο Νικόδημος και ο ευσχήμων

νυν καινοπρεπώς περιστείλαντες,

Φρίξον, ανεβόων, πάσα η γη!


Έδυς, φωτουργέ,

και συνέδυ σοι το φως ηλίου·

τρόμω δε η κτίσις συνέχεται,

πάντων σε κηρύττουσα Ποιητήν.


Λίθος λαξευτός

τον ακρόγωνον καλύπτει λίθον·

άνθρωπος θνητός δ' ως θνητόν Θεόν

κρύπτει νυν τω τάφω· φρίξον η γη!


Ίδε μαθητήν,

ον ηγάπησας και σην μητέρα,

τέκνον, και φθογγήν δος, γλυκύτατον,

έκραζε δακρύουσα η Αγνή.


Συ ως ων ζωής

χορηγός, Λόγε, τους Ιουδαίους

εν σταυρώ ταθείς ουκ ενέκρωσας,

αλλ' ανέστησας και τούτων τους νεκρούς.


Κάλλος, Λόγε, πριν,

ουδέ είδος εν τω πάσχειν έσχες,

αλλ' εξαναστάς υπερέλαμψας,

καλλωπίσας τους βροτούς θείαις αυγαίς.


Έδυς τη σαρκί

ο ανέσπερος εις γην φωσφόρος·

και μη φέρων βλέπειν ο ήλιος

εσκοτίσθη μεσημβρίας εν ακμή.


Ήλιος ομού

και σελήνη σκοτισθέντες, Σώτερ,

δούλους ευνοούντας εικόνιζον,

οι μελαίνας αμφιέννυνται στολάς.


Οίδε σε Θεόν

Εκατόνταρχος, καν ενεκρώθεις·

πως σε ουν, Θεέ μου, ψαύσω χερσί;

φρίττω, ανεβόα ο Ιωσήφ.


Ύπνωσεν Αδάμ,

αλλά θάνατον πλευράς εξάγει·

συ δε νυν υπνώσας, Λόγε Θεού,

βρύεις εκ πλευράς σου κόσμω ζωήν.


Ύπνωσας μικρόν

και εζώωσας τους τεθνεώτας

και εξαναστάς εξανέστησας

τους υπνούντας εξ αιώνων Αγαθέ.


Ήρθης από γης,

αλλ' ανέβλυσας της σωτηρίας

σου τον οίνον, ζωήρυττε άμπελε.

Δοξάζω σου το πάθος και τον σταυρόν.


Πως οι νοεροί

ταγματάρχαι σε, Σωτήρ, ορώντες

γυμνόν, ημαγμένον, κατάκριτον,

έφερον την τόλμην των σταυρωτών;


Αραβιανόν,

σκολιώτατον γένος Εβραίων,

έγνως την ανέγερσιν του ναού·

δια τι κατέκρινας τον Χριστόν!


Χλαίναν εμπαιγμού

τον κοσμήτορα πάντων ενδύεις,

ος τον ουρανόν κατηστέρωσε

και την γην εκόσμησε θαυμαστώς.


Ώσπερ πελεκάν,

τετρωμένος την πλευράν σου, Λόγε,

σους θανόντας παίδας εζώωσας,

επιστάξας ζωτικούς αυτοίς κρουνούς.


Ήλιον το πριν

Ιησούς τους αλλοφύλους κόπτων

έστησεν· αυτόν δε απέκρυψας,

καταβάλλων τον του σκότους αρχηγόν.


Κόλπων πατρικών

ανεκφοίτητος μείνας, οικτίρμον,

και βροτός γενέσθαι ευδόκησας

και εις άδην καταβέβηκας, Χριστέ.


Ήρθη σταυρωθείς

ο εν ύδασι την γην κρεμάσας

και ως άπνους εν αυτή νυν προσκλίνεται,

ο μη φέρουσα εσείετο δεινώς.


Οίμοι, ω Υιέ!

η απείρανδρος θρηνεί και λέγει·

ον ως βασιλέα γαρ ήλπιζον,

κατάκριτον νυν βλέπω εν σταυρώ.


Ταύτα Γαβριήλ

μοι απήγγειλεν, ότε κατέπτη,

ος την βασιλείαν αιώνιον

έφη του Υιού μου του Ιησού.


Φευ! του Συμεών

εκτετέλεσται η προφητεία·

η γαρ ση ρομφαία διέδραμε

την εμήν καρδίαν Εμμανουήλ.


Καν τους εκ νεκρών

επαισχύνθητε, ω Ιουδαίοι,

ους ο ζωοδότης ανέστησεν,

ον υμείς εκτείνατε φθονερώς.


Έφριξεν ιδών

το αόρατον φως, σε Χριστέ μου,

μνήματι κρυπτόμενον άπνουν τε,

και εσκότασεν ο ήλιος το φως


Έκλαιε πικρώς

η πανάμωμος μήτηρ σου, Λόγε,

ότε εν τω τάφω εώρακε

σε τον άφραστον και άναρχον Θεόν.


Νέκρωσιν την σην

η πανάφθορος, Χριστέ, σου μήτηρ

βλέπουσα, πικρώς σοι εφθέγγετο·

Μη βραδύνης, η ζωή, εν τοις νεκροίς.


Άδης ο δεινός

συνετρόμαξεν, ότε σε είδεν,

ήλιε της δόξης αθάνατε,

και εδίδου τους δεσμίους εν σπουδή.


Μέγα και φρικτόν,

Σώτερ, θέαμα νυν καθοράται!

ο ζωής γαρ πέλων παραίτιος

θάνατον υπέστη, ζωώσαι θέλων πάντας.


Νύττη την πλευράν

και ηλούσαι, δέσποτα, τας χείρας,

πληγήν εκ πλευράς σου ιώμενος

και την ακρασίαν χειρών των προπατόρων.


Πριν τον της Ραχήλ

υιόν έκλαυσεν άπας κατ' οίκον·

νυν τον της Παρθένου εκόψατο

μαθητών χορεία συν τη Μητρί.


Ράπισμα χειρών

Χριστού δέδωκαν εν σιαγόνι,

του χειρί τον άνθρωπον πλάσαντος

και τας μύλας θλάσαντος του θηρός.


Ύμνοις σου, Χριστέ,

νυν την σταύρωσιν και την ταφήν τε

άπαντες πιστοί εκθειάζομεν,

οι θανάτου λυτρωθέντες ση ταφή.


Δόξα Πατρί

Άναρχε Θεέ,

συναΐδιε Λόγε και Πνεύμα,

σκήπτρα των ανάκτων κραταίωσον

κατά πολεμίων, ως αγαθός.


Και νυν και αεί και εις τους αιώνας των αιώνων
Αμήν


Τέξασα ζωήν,

παναμώμητε αγνή Παρθένε,

παύσον Εκκλησίας τα σκάνδαλα

και βράβευσον ειρήνην, ως αγαθή.


Άξιον εστί

μεγαλύνειν σε τον ζωοδότην

τον εν τω σταυρώ τας χείρας εκτείναντα

και συντρίψαντα το κράτος του εχθρού.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου